Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.18 Dem. 30.21 (English) >>Dem. 30.26

30.20καί μοι πάντες ἀπεκρίναντο καθʼ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθʼ ὁποσονοῦν δέοιτʼ Ἄφοβος παρʼ αὐτῶν. καίτοι τῷ τοῦθʼ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλʼ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵνʼ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρʼ ὑμῖν δύνηται. 30.21μὴ γὰρ ὅτι πρὸς τοῦτον τοιοῦτον ὄντα, ἀλλʼ οὐδὲ πρὸς ἄλλον οὐδʼ ἂν εἷς οὐδένα τοιοῦτον συνάλλαγμα ποιούμενος ἀμαρτύρως ἂν ἔπραξεν· ἀλλὰ τῶν τοιούτων ἕνεκα καὶ γάμους ποιοῦμεν καὶ τοὺς ἀναγκαιοτάτους παρακαλοῦμεν, ὅτι οὐ πάρεργον, ἀλλʼ ἀδελφῶν καὶ θυγατέρων βίους ἐγχειρίζομεν, ὑπὲρ ὧν τὰς ἀσφαλείας μάλιστα σκοποῦμεν. 30.22εἰκὸς τοίνυν καὶ τοῦτον, ὧνπερ ἐναντίον ὀφείλειν ὡμολόγησεν καὶ τὸν τόκον οἴσειν, τῶν αὐτῶν τούτων παρόντων διαλύσασθαι πρὸς Ἄφοβον, εἴπερ ὡς ἀληθῶς ἀπεδίδου τὴν προῖκʼ αὐτῷ. τοῦτον μὲν γὰρ τὸν τρόπον πράξας, ὅλου τοῦ πράγματος ἀπηλλάττετο, μόνος μόνῳ δʼ ἀποδιδούς, τοὺς ἐπὶ ταῖς ὁμολογίαις παραγενομένους ὡς κατʼ ὀφείλοντος ἂν αὑτοῦ μάρτυρας ὑπελείπετο. 30.23νῦν τοίνυν τοὺς μὲν ὄντας οἰκείους καὶ βελτίους αὑτῶν οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκʼ ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν, ἑτέρους δʼ εἰ παρέχοιντο μάρτυρας μηδὲν γένει προσήκοντας, οὐκ ἂν ἡγοῦνθʼ ὑμᾶς αὐτοῖς πιστεύειν. ἔτι δʼ ἁθρόαν μὲν φάσκοντες δεδωκέναι τὴν προῖκα, ᾔδεσαν ὅτι τοὺς ἀπενεγκόντας οἰκέτας ἐξαιτήσομεν, οὓς μὴ γεγενημένης τῆς δόσεως παραδοῦναι μὴ ʼθέλοντες ἠλέγχοντʼ ἄν· εἰ δʼ αὐτοὶ μόνοι μόνῳ τοῦτον τὸν τρόπον ἀποδεδωκέναι λέγοιεν, ἐνόμιζον οὐκ ἐλεγχθήσεσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.18 Dem. 30.21 (English) >>Dem. 30.26

Powered by PhiloLogic